Ancient Greek
P.Jena 1
Documentary Papyri, P.Jena 1 1
Not analysed yet
Κλεοσθένης Πυθονίκωι χαίρειν. γέγραφέ μοι Δημοκράτης …γεγραφέναι σε αὑτῶι Πτολεμαῖον τὸν χορηγὸν καταπεπλευκέναι εἰς Κόπτον, τετάχθαι δέ σοι δώσειν τὸ στρῶμα ἐκεῖ . γράψον οὖν ἡμῖν, τίς ἦν τεταγμένος, ὅπως προσελθὼν κομίσωμαι τὸ στρῶμα· καὶ μὴ ἄλλως ποιήσηις. μενῶ γὰρ ἐν Κόπτωι ἕως τοῦ παρὰ σοῦ τι προσφωνηθῆναί μοι. ἔρρωσο. ἔτους ιϛ, Μεσορὴ κδ. …θε…μ Πυθονίκωι …ωι ἀπ…