Ancient Greek
P.Jena 4
Documentary Papyri, P.Jena 1 4
Not analysed yet
παρά. καθὼς παρεκάλησα τὴν σὴν θαυμασιότητα ὥστε ἀποστεῖλαι τὸν σύμμαχον εἴσω δύο ἡμερῶν χάριν τοῦ χρυσίου, ὅτι οἱ κωμῆται ἀφορμάροι ἦσαν· καὶ ἔταξας αὐτόν· οὐκ ἦλθεν. καὶ ἂν νῦν τοῦτον ἀπόστειλον, ἐπειδὴ χρεία αὐτοῦ ἐστιν πρὸς δύο ἡμέρας. καὶ γὰρ ἀναλαμβάνω αὐτὸν καὶ τὸ καλίκιον αὐτῷ δίδωμι. ἀλλὰ μὴ ἀμελήσῃς τοῦτον ἀποστεῖλαι. καὶ ἀπέστειλα τῇ σῇ θαυμασιότητι ξύλου γομάρια δύο καλά. ἐρρῶσθαί σε εὔχομαι. …τῷ θαυμασιωτάτῳ καὶ ἐναρέτῳ ἀδελφῷ Ἀλ… μεσίτῃ παρὰ Τιμοθέου.