Ancient Greek
P.Kellis 1 11
Documentary Papyri, P.Kellis 1 11
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Σαμοῦν Τιθοῆτος τέκτονος Ἀμμώνιος χαίρειν. τὰς δύο ἀρτάβας κριθῶν τὰς παρὰ σοὶ παράσχου τῷ πατρὶ Δημοσθένει ἢ τὴν τιμὴν αὐτῶν ἐν ταλάντοις τετρακισχιλίοις ἢ τὴν ἀρτάβην ζιζύφου κατὰ τὴν συνταγήν· ἀλλὰ μὴ ἀμελήσῃς. ἐρρῶσθαί σε εὔχομαι.