Ancient Greek
P.Kellis 1 12
Documentary Papyri, P.Kellis 1 12
Not analysed yet
τῶι κυρίωι μου πατρὶ Τιθοῆτι Σαμοῦν χαίρειν. πρὸ παντὸς πολλά σε ἀσπάζομαι εὐχόμενός σε διὰ παντὸς ὁλοκληρεῖν. ἀσπάζομαι τὴν κυρίαν μου μητέρα καὶ τὴν κυρίαν μου ἀδελφὴν Τσενπαμοῦν μετὰ τῶν υἱῶν αὐτῆς. ἀσπάζομαι τὴν κυρίαν μου γυναῖκα μετὰ τῶν κυρίων μου υἱῶν. ποσάκις σοι ἐδήλωσα περί τῶν ὁλο… ων καὶ οὐδεμίαν ἐπιστολὴν ……ὁλονομισμάτιον …ἀντίγραψόν μοι διὰ πιστοῦ ἀνθρώπου …αλω …σης τῶν υἱῶν. Καθὼς ἐδήλωσά σοι περὶ τοῦ υἱοῦ …βαλε εἰς τὸ μοναστήριον ὅπου διδάσκει αὐτὸν λινοϋφικήν. ἀσπάζομαι τὸν ἀδελφὸν …ν καὶ τὴν ἀδελφὴν ……πεπι… …μοι μέρος πα… …ουσαν ἐτῶν πεντ ……κληρονόμους ……τούτου τοῦ ε… …δικαίου …λη… ἐποιης… ω ἵνα ἴδω τὸν Ἱλαρι… τις. ἀσπάζομαι Θατμε… μετὰ τῶν υἱῶν αὐτῆς καὶ τὴν ἀδελφὴν …ἐρρῶσθαί σε εὔχομαι, πάτερ, πολλοῖς χρόνοις. τῶι κυρίωι μου Τιθοῆτι πατρὶ Σαμοῦν