Ancient Greek
P.Kellis 1 20
Documentary Papyri, P.Kellis 1 20
Not analysed yet
Αὐρηλίῳ Ἡρώδῃ τῷ διασημοτάτῳ ἡγουμένῳ Θηβαΐδος. παρὰ Αὐρηλίου Παμούριος Ψάιτος ἀπὸ κώμης Κέλλεως τῆς Μωθιτῶν πόλεως τῆς Μεγάλης Ὀάσεως. οὐδὲν δεινότερον οὐδὲ βιαιότερον, ἡγεμὼν κύριε, βίαν καὶ πλεονεξίαν ἐν τοῖς τότε ἀκαταστασίοις καιροῖς ὑπὸ Πόλλωνος Ψάιτος ἀπὸ τῆς αὐτῆς Μωθιτῶν πόλεως. ἄνθρωπος μεγάλα ἐπὶ τῶν τόπων δυνάμενος, βιαίως καὶ τυρρανικῶς ἥρπασεν τὸν ὄνον μου ἔτι ἀτελοῦς τότε τῆς ἡλικίας καὶ ταῖς ἐξ ἀνθρώπων πληγαῖς συνέκοψέν με. μέτριος ὢν καὶ διὰ …μων μου τὰ πρὸς τὸν βίον μου ποριζόμενος ἀναγκαίως καταφεύγω πρὸς σέ, δέσποτα, διὰ τῶνδε τῶν βιβλιδίων ἀξιῶν καὶ δεόμενος κελεῦσαι …