Ancient Greek
P.Kellis 1 21
Documentary Papyri, P.Kellis 1 21
Not analysed yet
Αὐρηλίῳ Φαυστιανῷ ἄρξαντι Μωθιτῶν πόλεως τῆς Μεγάλης Ὀάσεως …ἐκδίκῳ χώρας. παρὰ Αὐρηλίου Παμούριος Ψάιτος ἀπὸ κώμης Κέλλεως τῆς Μωθιτῶν πόλεως. εἰ ἑκάστῳ προχωρήσει τὰ τῆς αὐθαδίας καὶ εἰ μὴ ἡ τῶν νόμων ἐπισττρέφεια ἐπακολουθεῖν εἴωθεν, ἀβίωτος ἂν ἡμῖν τοῖς …ς χρόνος ἐγένετο. Σόις τοίνυν Ἀκούτιος κώμαρχος τῆς αὐτῆς κώμης Κέλλεως ἀεὶ ἐπιβουλεύων μοι ὁσημέραι …. μοι παρʼ ἕκαστα τοὺς παρεπιδημοῦντας στρατιώτας καὶ ὀφφικιαλίους ἐξπούγκτορας ἐπικωμάζων τῇ συμβίῳ μου καὶ ἐπιφυόμενός μοι. τῇ γὰρ χθὲς ἡμέρᾳ κατʼ ἀπουσίαν μου …ν θύραν κατασχίσας πελυκίῳ ἐπεισελθὼν ἅμα υἱῷ Ψεναμούνιος τέκτονος ἀπὸ Πμοῦν Παμω, μήτε ὢν λειτουργὸς μήδʼ αὐ …κωμήτης μου τυγχάνων, ἐπελθὼν τῇ συμβίῳ μου μεθʼ οὗ εἶχεν ῥοπάλου πληγαῖς αὐτὴν συνέκοψεν, ὡς αἱ πληγαὶ φαίνονται ἐπὶ σώματος αὐτῆς, ὡς μὴ ὑποκείμενοι νόμοις. οὕτως τοίνυν οὔσης τῆς τῶν προειρημένων τοῦ τε κωμάρχου καὶ τοῦ υἱοῦ Ψεναμούνιος διανοίας, οὐ δυνάμενος διʼ ἡσυχίας ἄγειν, ἐπιδίδωμι τῇ σῇ ἐπιεικείᾳ τάδε τὰ βιβλία ἀξιῶν ἀὐτὰ ταῦτα μηνυθῆναι τῇ ἀνδρείᾳ τοῦ κυρίου μου διασημοτάτου ἡγεμόνος Οὐαλερίου Οὐικτωρινιανοῦ πρὸς τὸ δύνασθαι τὸ τετολμημένον τυχεῖν τῆς προσηκούσης ἐκδικίας. διευτύχει. μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ϛ καὶ Κωνσταντίνου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α, Τῦβι ια. Αὐρήλιος Παμοῦρις Ψάιτος ὁ προκείμενος ἐπιδέδωκα. ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα Αὐρήλιος Φιβίων ἄρξας Ἑρμοῦ πόλεως.