Ancient Greek
P.Kellis 1 31
Documentary Papyri, P.Kellis 1 31
Not analysed yet
…νου τῶν …καὶ εἴ τι ἀλλ… ὄντων …ἥδε ἡ ὁμολογία τῆς μισθώσεως κυρία ἔστω δισσῆ γραφεῖσα, ἧς ἀντίτυπον ἐξεδόμην σοι εἰς ἀσφάλειαν ἐφʼ ὑπογραφῆς ἐμοῦ, καὶ βεβαία καὶ ἔννομος ὡς ἐν δημοσίῳ κατακειμένη καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιδ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους β τῶν κυρίων ἡμῶν Σεουήρου καὶ Μαξιμίνου τῶν ἐπιφανεστάτων Καισάρων Παχὼν β Αὐρήλιος Πετεχῶν ὁ προκείμενος μισθωτὸς μεμίσθωκα τὴν προκειμένην μίσθωσιν ἐφʼ αἷς περιέχει διαστολαῖς πάσαις ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ιδ ἔτους καὶ β ἔτους …β· ἔσχον παρὰ σοῦ Παμοῦρ …ὑπὲρ μισθώσεως μιᾶς ἀργυρίου τάλαντα περὶ ἡμε…ροσ…του ὑπὲρ γενήματος τοῦ αὐτοῦ ἔτους ἀργυρίου ἐν νούμμοις τάλαντα ἐννέα ὡς πρόκειται. Αὐρήλιος Πετεχῶν ὁ προκείμενος μισθωτὸς σεσημείωμαι.