Ancient Greek
P.Kellis 1 32
Documentary Papyri, P.Kellis 1 32
Not analysed yet
Αὐρηλία Μάρσις ἀπὸ κώμης Κέλλεως τῆς Μωθιτῶν πόλεως καταμένουσα ἐν κώμῃ Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ Αὐρηλίῳ Ψάιτι Παμούριος ἀπὸ τῆς αὐτῆς καταμένοντι ἐν τῇ αὐτῇ κώμῃ χαίρειν. μεμίσθωμαι παρὰ σοῦ σήμερον πρὸς μόνον τὸ ἐνεστὸς ἔτος κέλλαν μίαν ἐπὶ τῆς οἰκίας σου καὶ δώσω σοι ὑπὲρ ἐνοικίου ταύτης τοῦ ὅλου ἐνιαυτοῦ σίτου ἀρτάβας δύο . ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. ὑπατείας Ἰωουιανοῦ καὶ Βαρωνιανοῦ παιδὸς αὐτοῦ, Ἁθὺρ α. Αὐρηλία Μάρσις ἡ προκειμένη μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Ἰακῶβ Βήσιος πρεσβυτέρου ἀναγνώστης καθολικῆς ἐκκλησίας ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης.