Ancient Greek
P.Kellis 1 33
Documentary Papyri, P.Kellis 1 33
Not analysed yet
Αὐρήλιος Ψάις Ψύρου τέκτων ἀπὸ κώμης Κέλλεως τοῦ Μωθίτου νομοῦ Αὐρηλίῳ Παμοῦρ Ψάιτος Παμοῦρ ἀπὸ τῆς αὐτῆς κώμης τοῦ αὐτοῦ νομοῦ χαίρειν. ὁμολογῶ μεμισθῶσθαι παρὰ σοῦ τὴν ὑπάρχουσάν σοι κέλλαν ἐπὶ τῆς οἰκίας τῆς …ἐπὶ τῷ μ… καὶ ἀποδώσω σοι ὑπὲρ ἐνοικίου ἑκάστου ἐνιαυτοῦ ἀργυρίου τάλαντα διακόσια καὶ ἀποκαταστήσω σοι τὴν αὐτὴν κέλλαν ὥσπερ ἔλαβον ὁ π… ἀνυπερθέτως καὶ ἄνευ ἀντιλογίας. κυρία ἡ μίσθωσις ἁπλῆ γραφεῖσα ἐφʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ βεβαία ἔστω καὶ ἔννομος καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τοῦ δεσπότου ἡμῶν Οὐαλεντινιανοῦ Νέου τοῦ ἐπιφανεστάτου καὶ Φλαουίου Οὐίκτορος τοῦ λαμπροτάτου, Φαμενὼθ κατʼ Αἰγυπτίους τῆς τρίτης. Αὐρήλιος Ψάις ὁ προκείμενος ἐθέμην τὴν μίσθωσιν ὡς πρόκειται. μίσθωσις Ψάιτος ὑπὲρ …