Ancient Greek
P.Kellis 1 47
Documentary Papyri, P.Kellis 1 47
Not analysed yet
Αὐρήλιος Λιλοῦς τοῦ …ἀπὸ κώμης Τουπχα Αὐρηλίῳ …υἱῷ Καπίτωνος ἀπὸ κώμης Κέλλεως. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ σήμερον εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν ταλάντων …μυριάδα μίαν, καὶ μετ…, γίνεται ταλάντων μυριὰς α …ἐπὶ μῆνας δύο μόνον ἀπὸ τοῦ ὄντος μηνὸς Φαῶφι ἕως τοῦ ἐλθόντος μηνὸς Χοιὰκ …καὶ μετὰ τὴν προθεσμίαν ταύτην, ἐὰν μὴ ἀποδῶ τὴν μυριάδα ταλάντων, ἑτοίμως ἔχω ἀποδοῦναί σοι τὸν τόκον, τουτέστιν ἀρτάβην μίαν σίτου καθαροῦ …ὑπὲρ ταλάντων …των. ἡ ἀσφάλεια κυρία ἐφʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος. ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα Αὐρήλιος …ἀπὸ …