Ancient Greek
P.Kellis 1 48
Documentary Papyri, P.Kellis 1 48
Not analysed yet
ἀντίγραφον ἀπελευθερώσεως. Αὐρήλιος Οὐαλέριος Σαραπίωνος ἄρξας τῆς Μωθιτῶν πόλεως Ἱλαρίᾳ ἰδίᾳ μου χαίρειν. ὁμολογῶ διʼ ὑπερβολὴν χριστιανότητος ἀπελευθερωκέναι σε ὑπὸ Δία Γῆν Ἥλιον μετὰ καὶ τοῦ πεκουλίου σου καὶ εὔνοιαν τὴν πρός με πρὸς τὸ ἐντεῦθέν σε ἔχειν τὴν ἐλευθερίαν ἀνεπίληπτον ἀπὸ παντὸς ἐπιλημψομένου σοι εἰς ταύτην τὴν ἀπελευθέρωσιν διὰ τοῦ αἰδεσιμωτάτου πατρὸς ἡμῶν Ψεκῆτος …ναχων …κα γενέσθαι …βουλει…θέτως ἐξ… σεαυτῆς χ…νη. ἡ ἀπελευθέρωσις αὕτη κυρία ἔστω καὶ βεβαία καὶ ἔννομος πανταχοῦ ἐπιφερομένη καὶ ἐπερωτηθεὶς ὡμολόγησα. μετὰ τὴν ὑπατείαν Κωνσταντίου Αὐγούστου τὸ ζ καὶ Κωνσταντίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ γ. Αὐρήλιος Οὐαλέριος ἄρξας ὁ προκείμενος ἐθέμην τὴν ἀπελευθέρωσιν ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ψεκῆς πρ ὁ προκείμενος παρὼν μαρτυρῶ. ἀντίγραφον ἀπελευθερώσεως