Ancient Greek
P.Kellis 1 50
Documentary Papyri, P.Kellis 1 50
Not analysed yet
κυρίῳ μου πατρὶ Ψάιτι Παμοῦρ Ψάις Τρυφάνους χαίρειν. ἔσχον παρὰ σοῦ κατʼ ἐντολὴν ψάιτος Κέλε Πατσῖρε χαλκοῦ …δ…σιον ἓν καὶ λυχον καὶ ἠθμὸν καὶ τρίχουν ἀπὸ ὑάλων καὶ ἐξεδόμην σοι ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν. ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος Τιθέριος Ὡρπατῶτος ἀπὸ τῆς αὐτῆς κώμης Κέλλεως. ἀποχὴ Ψάιτος Τρυφάνους ὑπὲρ Ψάιτος Κέλε Πατσῖρε