Ancient Greek
P.Kellis 1 51
Documentary Papyri, P.Kellis 1 51
Not analysed yet
……τῆς Ἑρμοῦ πόλεως τῆς μεγάλης ἀναγραφόμενος ἐπʼ ἀμφόδου πόλεως Ἀπηλιώτου Αὐρηλίῳ Ὥρῳ Μέρσιος καμηλίτῃ ἀπὸ Ὀάσεως. ὁμολογῶ παρειληφέναι παρὰ σοῦ γόμον καμήλου ἕνα …καὶ ἰσχάδας καὶ σταφίδας καὶ ὀθόνια καὶ …ιον ἓν καὶ σπυρίδιον. ἐξεδόμην σοι ταύτην τὴν ἀποχὴν εἰς ἀσφάλειαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῆς προκειμένης, Φαῶφι δ. Αὐρήλιος …ὁ καὶ …χίδημος ἔγραψεν ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.