Ancient Greek
P.Kellis 1 52
Documentary Papyri, P.Kellis 1 52
Not analysed yet
Αὐρήλιος …σοπ ἀπὸ κώμης Τπάκε τῆς Μωθειτῶν πόλεως Αὐρηλίῳ Ὥρωι Μέρσιος καμηλίτῃ ἀπὸ κώμης Κέλλεως τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ παρειληφέναι παρὰ σοῦ ἐνταῦθα ἐν τῇ Ἑρμοῦ πόλει ὀνικοὺς γόμους ἐλαιῶν θαλλίων κουκίων ἵνα παράσχω τῷ δεσπότῃ μου γεούχῳ. ἐξεδόμην σοι τὴν ἀποχὴν εἰς ἀσφάλειαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ϛ καὶ Κωνσταντίνου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α, Φαῶφι δ. Αὐρήλιος …σοπ ὁ προκείμενος παρείληφα τοὺς προκειμένους γόμους ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος Ψεναμοῦνις Πετοσίριος ἀπὸ τῆς Ἑρμοῦ πόλεως.