Ancient Greek
P.Kellis 1 74
Documentary Papyri, P.Kellis 1 74
Not analysed yet
κυρίῳ μου πατρὶ Ἄρωνι Ψάις κεραμεὺς ὁ υἱὸς χαίρειν. ἀσπάζομαί σε πολλὰ τὸ πρὸ πάντων καὶ ὑγιαίνειν εὔχομαι. ἡ μήτηρ μου καὶ οἱ ἀδελφοὶ κατʼ ὄνομα πολλά σε ἀσπάζονται καὶ τὴν μητέρα Ἀγαπην πολλὰ ἀσπάζομαι καὶ τὴν θυγατέρα αὐτῆς· ἀξιωθεὶς κατὰ τὴν συνταγὴν πέμψον μοι τὸ ὀλίγον πορφύρας εἰς χιτώνιον τῆς μητρός μου καὶ τῆς ἀδελφῆς μου, ἐπεὶ χρεία ἐστὶν καὶ κεῖται τὰ σύνεργα ἕως πέμψῃς ταχέως τὴν πορφύραν. μάθε δὲ ὅτι ἦρκεν τὰς ἐλαίας ὁ πατὴρ Κλωδιανὸς καὶ δέδωκεν ἡμῖν τὸ μέρος τοῦ ἐπικειμένου καρποῦ, δέδωκεν δὲ τὰς ἐλαίας Ψενπνούθῃ, καὶ ὡς ἄρτι οὔπω ἐσχήκαμεν μισθούς. ὅπως δηλωσῃς ἡμῖν εἰ θέλεις λαβεῖν ἢ μή. μάθε δὲ ὅτι …ησαν ἡμῖν οἱ κλη …λου χάριν τῆς πορφύρας …μὴ διστάξῃς τὸ γράψαι μοι τῇ μητρὶ Ταγάπῃ ὑποδεικνύων ὅτι· ἀπέστη ἀπὸ τῆς οἰκίας Πετεμίνιος καὶ ἐνοχλεῖ μοι συνεχῶς ὡς σοῦ χρεωστούσης αὐτῷ. εἰ μὲν οὖν χρεωστεῖς αὐτῷ τί ποτε, ὑπόδειξόν μοι καὶ ἐκπλέξω αὐτόν. ἀξιωθεὶς δέ, ὦ ἄδελφε Ἄρων, σπούδασον καταλαβεῖν ἡμᾶς, ἐπεὶ πάνυ χρείαν σου ἔχομεν. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου δέσποτα. κυρίῳ μου πατρὶ ἀδελφῷ Ἄρωνι ἐν Κέλλει Ψάις κεραμεύς