Ancient Greek
P.Kellis 1 75
Documentary Papyri, P.Kellis 1 75
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Στρατηγίῳ Ἠλίας χαίρειν. προηγουμένως πολλά σου τὴν φιλαδελφίαν προσαγορεύω εὐχόμενός σε προσκυνεῖν ἐν τάχει. πολλὰ προσαγορεύω τὸν κύριόν μου πατέρα Βημοφάνην καὶ τὸν τιμιώτατον ἀδελφὸν Ψάιν τὸν μέγαν καὶ τὸν ἄλλον Ψάιν καὶ Πλουτογένην καὶ Ὧρα. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, δέσποτα ἄδελφε . κυρίῳ μου ἀδελφῷ Στρατηγίῳ Ἠλίας