Ancient Greek
P.Kellis 1 76
Documentary Papyri, P.Kellis 1 76
Not analysed yet
κυρίωι μου ἀδελφῶι Σαράπιδι Πεκῦσις χαίρειν. ἐπειδὴ ἐβουλήθης μετελθεῖν τῇ ἀδελφῇ μου τῇ γυναικί τινος λεγομένου Καπίτωνος, βουλόμενος ἀπαιτῆσαι αὐτὴν ὑπὲρ αὐτοῦ μυριάδα μίαν ἥμισυ, γίνεται μυριὰς α 𐅵,ὑπὲρ τῆς ἀπαιτήσεως τοῦ χρυσαργύρου αὐτοῦ, ἀγνοοῦμεν δὲ αὐτὸν τὸν ἄνθρωπον ἐν σώματι εἶναι μέχρι τοῦ παρόντος χρονίσαντα ἐν τῇ Αἰγύπτῳ, διὸ παρέχω σοι αὐτὴν τὴν ἐπιστολὴν εἰς ἀσφάλειαν καὶ πίστιν, ὁμολογῶν σοι ἑτοιμότατα ἔχειν σοι πληρῶσαι αὐτὴν τὴν μυριάδα μίαν καὶ ἥμισυ ἀναμφιβόλως, ἐὰν ἔλθῃ ἐκεῖνος ὑγιαίνων. εἰ δὲ ἀνθρώπινόν τι ἔπαθεν καὶ ἀκούσομεν ἀκριβῶς αὐτὸν λυθῆναι τοῦ σώματος, οὐκ ἔξεσταί σοι ζητεῖν ἢ ἀπαιτῆσαι ἡμᾶς ὑπὲρ αὐτοῦ, μηδὲν κοινὸν ἔχοντας πρὸς αὐτὸν ἐν οὐδενί. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. Αὐρήλιος Γενᾶ Παταιᾶτος μαρτυρῶ. κυρίωι μου ἀδελφῶι Σαράπιδι Πεκῦσις Ψάιτος Παμούριος