Ancient Greek
P.Köln 1 51
Documentary Papyri, P.Köln 1 51
Not analysed yet
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους ιϛ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Ἁθὺρ ε, ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Πελαίας Ψενθώτου Πέρσης, τῆς ἐπιγονῆς, ὡς ἐτῶν ν, μέσος, μελίχρως, τετανός, μακροπρόσωπος, εὐθύριν, τὴν ὑπάρχουσαν αὐτῷ οἰκίαν ᾠκοδομημένην καὶ ἐστεγασμένην, δίστεγον καὶ τεθυρωμένην, καὶ τὴν προσοῦσαν αὐλὴν καὶ τὴν εἴσοδον καὶ ἔξοδον τὴν οὖσαν ἐν τῇ μέσῃ μερίδι Παθύρεως, ἧς γείτονες νότου καὶ ἀπηλιώτου οἰκία Ἐριέως τοῦ Πατοῦτος, βορρᾶ οἰκία Ἰμούθου τοῦ ἀδελφοῦ, λιβὸς οἰκία Σιεπμοῦτος καὶ ἡ εἴσοδος ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Πετεαρσεμθεὺς Πανοβχούνιος ὡς ἐτῶν λ· προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πελαίας ὁ ἀποδόμενος, ὃν ἐδέξατο Πετεαρσεμθεὺς ὁ πριάμενος. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. ὠνὴ Πετεαρσεμθέως πρὸς Πελαίαν Ψενθώτου