Ancient Greek
P.Köln 1 52
Documentary Papyri, P.Köln 1 52
Not analysed yet
αἵρεσις χρυσώσεως τῆς ἡμισείας πρώτης, Μεσορὴ β. τῇ κρατίστῃ βουλῇ Ἀντινοέων Νέων Ἑλλήνων τῆς λαμπρᾶς πόλεως παρὰ Αὐρηλίου …Ἀσκλᾶ ἀπὸ τῆς Ἀθριβιτῶν πόλεως. βούλομαι ἑκουσίως ἐγλαβεῖν χρύσωσιν τῆς ἡμισείας τῶν γεινομένων γλυπτικῶν ἔργων τοῦ ἐπʼ ἀγαθοῖς κατασκευαζομένου ὀρόφου στοᾶς καὶ πυλώνων στρογγυλαίου γυμνασίου, ἐμαυτῷ παρέχων τά τε χρίσματα καὶ κόλλαν καὶ ὑποχρυσώματα καὶ τὴν ἄλλην πᾶσαν ἐπιχρείαν καὶ πέταλα χρυσᾶ πρῶτα χρυσοῦ δοκίμου, λαμβάνων τοῦ μὲν πρώτου ἑξαγώνου σὺν μισθῷ δραχμὰς ἐννέα τριώβολον ,τοῦ δὲ δευτέρου ἑξαγώνου σὺν μισθῷ δραχμὰς ἐννέα καὶ τοῦ τρίτου ἑξαγώνου ὁμοίως δραχμὰς ἑπτὰ καὶ τοῦ τετάρτου τετραγώνου ὁμοίως δραχμὰς τέσσαρες τετρώβολον καὶ τοῦ πέμπτου ὁμοίως δραχμὰς δύο χαλκίνην καὶ τῶν καλουμένων ῥομβίων ἑκάστου δραχμὴν μίαν ,ἐφʼ ᾧ ἐξοδιασθῆναί μοι τὸ συναγόμενον ἀργύριον, ὧν ἐὰν παραδῶ, ἀριθμῷ πλήρῃ, μέχρις οὗ συμπληρωθῇ τὰ ἔργα, ἅπερ ἔργα εὐάρεστα ποιήσομαι εἰς τὸ μὴ ἐν ᾡτινιοῦν μεμφθῆναι, παρεχόντων μοι τῶν ἐπιμελητῶν τοῦ ἔργου εἰς τὴν ἕψησιν τῆς κόλλης πελεκημάτων ξύλων κατὰ ἑκατὸν παρέργια σφυρίδα μεγάλην μίαν …μεν …ουργων παρεχόντων μοι …της τιμῆς τ…ικου …ς. ἐὰν οὖν δόξῃ, κυρώσατέ μοι ἐπὶ τούτοις· εἰ δὲ μὴ κυρωθείην, οὐκ ἐνσχεθήσομαι τῇδε τῇ αἱρέσει· καὶ ἐπερωτηθεὶς ὡμολόγησα, ἔτους ι Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεσορὴ β. Αὐρήλιος ……ἐπιδέδωκα. αἵρεσις χρυσώσεως τῆς ἡμισείας ἑτέρας, Μεσορὴ β. τῇ κρατίστῃ βουλῇ Ἀντινοέων Νέων Ἑλλήνων τῆς λαμπρᾶς πόλεως παρὰ Αὐρηλίων Ἑρμίου τοῦ καὶ Ἀμμωναντινόου φυλῆς Ὀσειραντινοίδος καὶ Δημητρίου τοῦ καὶ Ἀλεξάνδρου φυλῆς Ἁδριανῆς τ… αἱρούμεθα ἑκουσίως ἐγλαβεῖν χρύσωσιν τῆς ἡμισείας τῶν γεινομένων γλυπτικῶν ἔργων τοῦ ἐπʼ ἀγαθοῖς κατασκευαζομένου ὀρόφου στοᾶς καὶ πυλώνων στρογγυλαιου γυμνασίου, ἑαυτοῖς παρέχοντες τά τε χρίσματα καὶ κόλλαν καὶ ὑποχρυσώματα καὶ τὴν ἄλλην πᾶσαν ἐπιχρείαν καὶ πέταλα χρυσᾶ πρῶτα χρυσοῦ δοκίμου λαμβάνοντες τοῦ μέν πρώτου ἑξαγώνου σὺν μισθῷ δραχμὰς ἐννέα τριώβολον ,τοῦ δὲ δευτέρου ἑξαγώνου σὺν μισθῷ δραχμὰς ἐννέα καὶ τοῦ τρίτου ἑξαγώνου ὁμοίως δραχμὰς ἑπτὰ καὶ τοῦ τετάρτου τετραγώνου ὁμοίως δραχμὰς τέσσαρες τετρώβολον καὶ τοῦ πέμπτου ὁμοίως τετραγώνου σὺν μισθῷ δραχμὰς δύο χαλκίνην, καὶ τῶν καλουμένων ῥομβίων ἑκάστου δραχμὴν μίαν ,ἐφʼ ᾧ ἐξοδιασθῆναι ἡμῖν τὸ συναγόμενον ἀργύριον, ὧν ἐὰν παραδῶμεν, ἀριθμῷ πλήρῃ, μέχρις οὗ συμπληρωθῇ τὰ ἔργα, ἅπερ ἔργα εὐάρεστα ποιησόμεθα εἰς τὸ μὴ ἐν ᾑτινιοῦν μεμφθῆναι, παρεχόντων ἡμῖν τῶν ἐπιμελητῶν τοῦ ἔργου εἰς τὴν ἕψησιν τῆς κόλλης πελεκημάτων ξύλων κατὰ ἑκατὸν παρέργια σφυρίδα μεγάλην μίαν . ἐὰν οὖν δόξῃ, κυρώσατε ἡμῖν ἐπὶ τούτοις· εἰ δὲ μὴ κυρωθεῖμεν, οὐκ ἐνσχεθησόμεθα τῇδε τῇ αἱρεσει· καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν, ἔτους ι Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Ευτυχοῦς Σεβαστοῦ Μεσορὴ β. Αὐρήλιος Ἑρμείας ὁ καὶ Ἀμμωναντίνοος ἐπιδέδωκα. Αὐρήλιος Δημήτριος ὁ καὶ Ἀλέξανδρος ἐπιδέδωκα.