Ancient Greek
P.Köln 1 54
Documentary Papyri, P.Köln 1 54
Not analysed yet
ἀντίγραφον διαγραφῆς· ἀπὸ τῆς Διονυσίου τραπέζης Ταμείων. ἔτους κϛ Καίσαρος Φαρμοῦθι κα. Ἥρωιν Πτολεμαίου καὶ Ἀφροδ Ῥόδωνος Γάιῳ Κλασσίκῳ Ἀριστοκλέους ἀπέχειν αὐτὸν τιμὴν ὄνου ἄρσενος μυοχρόου τελέου τούτου τοιούτου ἀναπορίφου ἃς ἔσχεν τ …ς ἀργυρίου δραχμὰς τεσσαράκοντα, γίνονται δραχμαὶ μ. Γάιος Κλάσσικος Ἀριστοκλέους υἱὸς ὁμολογῶ πεπρακέναι τὸν ὑπάρχοντά μοι ὄνον ἄρσενα τέλειον μυοχροῦν τοῦτον τοιοῦτον ἀναπόριφον. καὶ ἀπέχω τὴν σεσυνκεχωρημένην τιμὴν ἀργυρίου δραχμὰς τεσσαράκοντα, γίνονται δραχμαὶ μ. ἔτους κϛ Καίσαρος Φαρμοῦθι κα.