Ancient Greek
P.Köln 1 55
Documentary Papyri, P.Köln 1 55
Not analysed yet
Αὐρήλιος Σερῆνος Ἀτρέως μητρὸς Τσινπετενούφιος ἀπὸ κώμης Πιμπασι Αὐρηλίῳ Ἀπολλοθέωι τῷ καὶ Θέωνι ἐξηγητεύσαντι καὶ εὐθηνιαρχήσαντι βουλευτῇ πόλεως Εὐεργέτιδος χαίρειν. πέπρακά σοι τὴν ὑπάρχουσάν μοι βοῦν αἱμόχρωμον ἔνκυον δάμαλιν τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου δραχμῶν ὀγδοήκοντα ,ἃς καὶ αὐτόθι ἀπέσχον παρὰ σοῦ πλήρη, τῆς βεβαιώσεως ἐξακολουθούσης μοι· καὶ ἐπερωτηθεὶς ὡμολόγησα. κυρία ἡ πρᾶσις. ἔτους …Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐτυχοῦς Σεβαστοῦ …Αὐρήλιος Σερῆνος Ἀτρέως πέπρακα τὴν βοῦν καὶ ἔσχον τὰς τοῦ ἀργυρίου δραχμὰς ὀγδοήκοντα πλήρη ὡς πρόκειται· καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος …ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. πρᾶσις βοὸς Πεττιρίου δραχμῶν π