Ancient Greek
P.Köln 1 56
Documentary Papyri, P.Köln 1 56
Not analysed yet
Διόδωρα Οὐαλερίῳ Μαξίμῳ χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν. γινώσκειν σε θέλω, ὅτι δεκαταῖοι ἐφθάκαμεν εἰς τὴν μητρόπολιν· καὶ εὐθέως ἀνέβην πρὸς τὴν ἀδελφήν σου· καὶ εὐθὺς ἔγραψά σοι, ὅτι ἀπρόσκοπός ἤμην καὶ ἐσώθημεν τῶν θεῶν θελόντων. ἀσπάζου Ἀμᾶν καὶ Παυλῖναν καὶ Πόπλιν καὶ Διόδωρον καὶ Γρανίαν καὶ Τύχην· καὶ γράψεις μοι …τε…ωκαν· καὶ ἐὰν περαιώσω τὸ μετέωρον καὶ ὦμαι ἀπρόσκοπος, ταχὺ καταπλεύσω. Φαῶφι α. ἔρρωςο. Διοδώρας ἀπόδος Μαξίμῳ ἀπὸ