Ancient Greek
P.Köln 11 452
Documentary Papyri, P.Köln 11 452
Not analysed yet
…γραμματεῖ μαχίμων παρὰ Πανούφιος τοῦ Νεχθεμβεύους. κατειργασμένων ἡμῶν εἰς τὸν Νεχθεμβεύους πεντακοσιαρχικὸν κλῆρον τῶν ἐν Συρίαι εἴς τε τὰ θερινὰ ἔργα καὶ εἰς ποτισμόν, ὁμοίως δὲ καὶ τοῦ ὕδατος ἀναχωρήσαντος κατεσπειρόμην ἀεὶ τὴν ἀνασκαπτομένην γῆν καὶ ὑλοτόμους θ…ειεσ… φασι τοῦ Νεχθεμβέους …δ…τηι ἕως τοῦ τὴν …καὶ συνγενέσθαι ……φ… …συγγρα τῶν κλήρων ……τῆι δὲ η τοῦ ἐνεστῶτος μηνὸς …παρὰ Αὐτομέδοντος …ς σπείρειν τὸν κλῆρον ……δικαίου οὐδενὸς ἀντεχόμενοι. ἐὰν οὖν σοι φαίνηται, καλῶς ποιήσεις τὴν περὶ τούτων ἐπίσκεψιν καὶ οἰκονομίαν ποιούμενος, ὅπως μὴ ἐκφύγῃ ἡ γῆ, ἀλλὰ κατασπαρέντα τὸν κλῆρον τὰ ἐκφόρια διατηρεῖσθαι ἕως τοῦ τὸν Νεχθαμβῆν παραγενέσθαι ἢ γραφῆναί τι. τούτου γὰρ γενομένου ὅ τε Νεχθαμβῆς ἔσται εὐγνωμονημένος καὶ ἡμεῖς τε κεκομισμένοι …φ…νησ… ἔρρωσο. ἔτους δ Θωύθ …