Ancient Greek
P.Köln 11 453
Documentary Papyri, P.Köln 11 453
Not analysed yet
ἐλ …ε… τι… Ἐπίμαχος Φιλίππωι χαίρειν. ἐπεὶ Σαραπίων ὁ ὑποδιοικητὴς ὑποτέταχεν ἡμῖν ἀντίγραφον τῆς πρὸς σὲ ἐπιστολῆς περὶ τῶν κατὰ τὸ ἐν Ἡρακλέους πόλει ἐλαιούργιον καὶ κικιούργιον, ἃ ἀνενέγκατο Πετῶς ὁ πρὸς τοῖς ἐργαστηρίοις ἀργεῖν ἕνεκα τοῦ μὴ παράγεσθαι ἐκ τοῦ νομοῦ τὰ φορτία …περιέσταται, προνοήθητι, ὡς διὰ τάχους μετακομισθήσεται τὰ ἐκποιοῦντα εἰς τὴν κατεργασίαν, ἵνα ὁ Σαραπίων, ὥσπερ προσεκτέθεικεν, συντάσσηι τὰς ἐξ ὑγροῦ τιμὰς καὶ συντόμως ἐπιτελεσθῆι τὸ ὑφ’ ὑμ… ἔρρωσο. ἔτους κβ Χοιὰχ κε σιτολόγωι …ΦΙΛΙΠΠΩΙ