Ancient Greek
P.Koeln 16 642
Documentary Papyri, P.Köln 16 642
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους ἐνάτου καὶ εἰκοστοῦ, ἐφ’ ἱερέως Ἀντιόχου τοῦ Κέββα Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Δημοδίκης τῆς Φίλωνος, μηνὸς Περιτίου. ἐδάνεισεν Ἀθήνιον Δωρίωνος, Περσίνη, μετὰ κυρίου Ἀριστοκράτους, Ἠλείου τῶν Πλειστάρχου διμοιρίτου, Βίλωι, Μακεδόνι τῶν Πλειστάρχου λοχαγῶι, ἀργυρίου δραχμὰς πεντακοσίας τόκου τὴν μνᾶν ἑκάστην τὸν μῆνα ἕκαστον δραχμῶν δύο. τοῦτο δ’ ἐστὶν τὸ ἀργύριον, ὃ ὤφειλεν Βίλος Ἀθηνίωι κατ’ ἄλλην συγγραφήν, ἣν ἀνείλετο αὐτῶι ταύτης σφραγισθείσης. τὸν δὲ τόκον ἀποδιδότω Βίλος Ἀθηνίωι κατὰ μῆνα ἕκαστον, τὸ δὲ δάνειον ἀποδότω ἐν ἡμέραις δέκα ἀφ’ ἧς ἂν ἡμέρας Ἀθήνιον Βίλωι προείπηι. ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Βίλος Ἀθηνίωι τὸ μὲν δάνειον ἡμιόλιον, τὸν δὲ τόκον ἁπλοῦν. …καὶ ἡ πρᾶξις ἔστω Ἀθηνίωι κατὰ τὸ διάγραμμα. κύριος δ’ ἔστω καὶ ἄλλος ὑπὲρ Ἀθηνίου πράσσων κατὰ ταὐτά. ἔγγυος τοῦ δανείου εἰς ἔκτισιν …-δημος Μακεδὼν τῶν Κρατέρου ἰδιώτης. μάρτυρες …Μακεδὼν τοῦ ἀρχαίου ἀγήματος ἰδιώτης, …Ἰάσων Μενίσκου Κυρηναῖος, Τίμων Ἡρακλείδου Ἡρακλεώτης, …ος Ἀντέου Ἰλλύριος ……vac. Τίμωνος …Τιμοκράτους vac. ……ευτίου vac. Ἰάσονος