Ancient Greek
P.Koeln 16 643
Documentary Papyri, P.Köln 16 643
Not analysed yet
…τὸ ἀργύριον, ὃ ὤφειλεν Βίλος Ἀθηνίωι κατ’ ἄλλην συγγραφήν, ἣν ἀνείλετο… τὸν δὲ τόκον ἀποδιδότω Βίλος Ἀθηνίωι κατὰ μῆνα ἕκαστον, τὸ δὲ δάνειον ἀποδότω ἐν ἡμέραις δέκα ἀφ’ ἧς ἂν ἡμέρας Ἀθήνιον Βίλωι προείπηι. ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Ἀθηνίωι ἡμιόλιον τὸ δάνειον, τὸν δὲ τόκον ἁπλοῦν …καὶ ἡ πρᾶξις ἔστω Ἀθηνίωι κατὰ τὸ διάγραμμα. κύριος δ’ ἔστω καὶ ἄλλος ὑπὲρ Ἀθηνίου πράσσων κατὰ ταὐτά. ἔγγυος τοῦ δανεί …δημος Μακεου …τῶν Κρατέρου ἰδιώτης. μάρτυρες· Ἰάσων Μενίσκου Κυρηναῖος, Τίμων Ἡρακλείδου Ἡρακλεώτης, …ος Ἀντέου Ἰλλύριος, Το…τρεω… …τῆς ἐπιγονῆς, Τιμοκράτης… ἰδιώτης …