Ancient Greek
P.Koeln 16 644
Documentary Papyri, P.Köln 16 644
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους κθ ἐπαγομένων …ἐφ’ ἱερέως Ἀντιόχου τοῦ Κέββα Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Δημοδίκης τῆς Φίλωνος. ὅρκον ἐχειρογράφησεν Ἀπολλώνιος Παρμενίωνος Κρὴς τῆς ἐπιγονῆς Ἀλεξάνδρωι καὶ Ἀρχεδήμωι δεσμοφύλαξιν …ὅρκον ὀμνύω βασιλέα Πτολεμαῖον τὸν ἐκ Πτολεμαίου καὶ Βερενίκης καὶ Ἀρσινόην θεὰν Φιλάδελφον καὶ θεοὺς Σωτῆρας τοὺς τούτων γονεῖς …ὑμῖν ἐν τῶι ἐν Ἡρακλέους πόλει βασιλικῶι δεσμωτηρίωι ἐμφανὴς …εν ὑμῖν ἑκάστης ἡμέρας ἕως ἄν μου ἄφεσις γένηται ὑπὸ τοῦ ἀπαγαγόντος καὶ μὴ ἀναχωρήσειν παρευρέσει μηδεμιᾶι. ἐὰν δὲ μὴ ποιῶ κατὰ τὰ γεγραμμένα, ἀποτείσω τὰς …δραχμάς, πρὸς ἃς ἀπῆγμαι, καὶ τὸ βλάβος καὶ ἔνοχός εἰμι τῆι ἀσεβείαι τοῦ ὅρκου. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους κθ ἐπαγομένων …ἐφ’ ἱερέως Ἀντιόχου τοῦ Κέββα Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Δημοδίκης τῆς Φίλωνος. ὅρκος, ὃν ἐχειρογράφησεν Ἀπολλώνιος Παρμενίωνος Κρὴς τῆς ἐπιγονῆς Ἀλεξάνδρωι καὶ Ἀρχεδήμωι …