Ancient Greek
P.Koeln 16 651
Documentary Papyri, P.Köln 16 651
Not analysed yet
Πολυίδωι ἀρχισωματοφύλακι καὶ στρατηγῶι παρὰ τῶν ἐξ Ὀξυρύγχων τῆς Πολέμωνος μερίδος βασιλικῶν κοσκινευτῶν. παρεχομένων ἡμῶν τὰς βασιλικὰς χρείας ἐκτενῶς καὶ προθύμως καὶ ἀνεγκλήτως τοῦ τε σησάμου καὶ τῶν σιτικῶν γενημάτων καὶ τῶν ἄλλων, τῆι δὲ ιγ τοῦ ἐνεστῶτος μηνὸς ἐγλικμώντων ἡμῶν ἐπὶ τῆς ἱππικῆς ἅλω μετὰ τῆς τοῦ λογευτοῦ καὶ τῶν εἰθισμένων γνώμης τὰ Δημητρίου τῶν κατοίκων ἱππέων γενήματα ἐπελθὼν Ἀταρρίας Πτολεμαίου τῶν στρατιωτῶν ἐπὶ τὴν ἅλω οὐδεννὶ κόσμωι χρησάμενος πληγὰς καὶ πλείους ἡμῖν ἐνέβαλεν, τὰ δὲ γεωργικὰ ἐργαλεῖα πάντα συντρίψας ἠχρέωσεν, ἃ καὶ τυγχάνομεν παραδεδωκότες τῶι τῆς κώμης ἐπιστάτει καὶ κατασφραγισάμενοι ……Ἀπολλωνίωι