Ancient Greek
P.Köln 16 652
Documentary Papyri, P.Köln 16 652
Not analysed yet
Κολλούθης ἐπικεκλημένος …-ρων ἀπελεύθερος Κεφάλωνος Πα…ωνος ἀπ’ Ὀξυρύγχων πόλεως Πλουτάρχωι τῷ καί …νι Πλουτάρχου μητρὸς Με… ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ κατὰ προσφώνησιν Ἐπιμάχου ἀσχολουμένου ὠνὴν τῆς ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου τραπέζης ἐσχηκέναι παρὰ σοῦ ἀργυρίου δραχμὰς τετρακοσίας τεσσεράκοντα, ἀνθ’ ὧν ε…π… ει…ν…σε… ἕως Φαμενὼθ τοῦ …ἔτους ἐργαζόμενος …ἐπὶ τὸν προκείμενον χρόνον …παρὰ σοῦ …μ… τόκου τοῦ προ… …μεθ’ ἡμιολίας καὶ τόκον τοῦ ὑπερπεσόντος χρόνου δραχμιαῖον ἑκάστης μνᾶς τοῦ μηνὸς ἑκάστου γινομένης σοὶ τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κυρία δὲ ἡ προσφώνησις. ἔτους κ… Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κoμμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Σαρματικοῦ Μεγίστου Φαμενὼθ κ…. Κολλούθης ἐπικεκλημένος …ρων ἀπελεύθερος Κεφάλωνος Πα…ωνος ἔχω παρὰ τοῦ Πλουτάρχου τὰς δραχμὰς τετρακοσίας τεσσεράκοντα, ἀνθ’ ὧν παρέξω ὄνων ἐπὶ τὸν προκείμενον χρόνον ἐργαζόμενος καὶ ἐπιχορηγούμενος τὴν τοῦ ……ἀρτάβην μίαν, …ἀποδώσω ὡς πρόκειται δ…μο…κω… …τὰς τεσσερακοσίας ……ε… …δον…τα…ν… …οφ…ασ… …με… …ο… …δεμ …