Ancient Greek
P.Köln 3 139
Documentary Papyri, P.Köln 3 139
Not analysed yet
ἐμέτρησεν εἰς τὸ φρούριον Διόσκορος Εὐλογίου ὑπὲρ ἀννωνῶν τῶν αὐτῶν στρατιωτῶν ὑπὲρ γενήματος πεντεκαιδεκάτης ἰνδικτίωνος σίτου καθαροῦ ἀρτάβας πεντακοσίας καὶ κριθῆς καθαρᾶς ἀρτάβας τριακοσίας εἴκοσι, γίνονται σίτου ἀρτάβαι φ, κριθῆς ἀρτάβαι τκ μόνα. ἔτους ξγ, λβ ἔτους Παῦνι ι Διονύσιος διαδότης διʼ ἐμοῦ Θώνιος υἱοῦ σεσημείωμαι.