Ancient Greek
P.Köln 3 140
Documentary Papyri, P.Köln 3 140
Not analysed yet
Ὀνησάνδρωι ἐπιστάτηι τῆς Θεμίστου μερίδος παρὰ Πτολεμαίου ἑβδομηκονταρούρου. ἀδικοῦμαι ὑπὸ Ἁρχήβιος· ὑπάρχοντος γάρ μοι ἀράκου περὶ κώμην Ἀνδρομαχίδα τῆς Θεμίστου μερίδος ἐπαφεὶς ὁ Ἁρχῆβις τὰς βοῦς ἐπένειμεν ἡμέρας τῆι ιε τοῦ Ἁθύρ. τοῦ δὲ ποιμένος Ἱέρωνος ἐλθόντος εἰς τὸ πεδίον οὗ ὁ ἄρακος φύεται εὗρεν τὰς Ἁρχήβιος βοῦς τρεῖς τοῦ προειρημένου …ασ…α…αν… …υτ…ν …η… ὁ Ἁρχῆβις …σαι αὐτὰς ……βωνα… …εβι …ων εἰς ὃ ἔτυχεν μέρος τοῦ σώματος καὶ ἀφείλετο τοὺς βοῦς. ἀξιῶ οὖν σε γράψαι τῶι ἐκεῖ ἐπιστάτηι ἀποστεῖλαι αὐτὸν ἐπὶ σὲ ὅπως ἂν τύχω παρὰ σου τοῦ δικαίου. εὐτύχει.