Ancient Greek
P.Köln 3 149
Documentary Papyri, P.Köln 3 149
Not analysed yet
ἐμίσθωσαν Μᾶρκοι Αὐρήλιοι Θέων ὁ καὶ Διονύσιος καὶ Θέων ὁ καὶ Ἡρακλῆς ἀμφότεροι ἀφήλικες διὰ τῆς μητρὸς αὐτῶν Αὐρηλίας Ὡριγενείης τῆς καὶ Θεονίδος Αὐρηλίῳ Κοπρῇ Σαρᾶτος μητρὸς ……ἐκφορίου τῶν μὲν ἐν πυρῷ κατʼ ἄρουραν ἀνὰ πυροῦ ἀρτάβας δύο ,τῶν δὲ ἐν κριθῇ κατʼ ἄρουραν ὁμοίως ἀνὰ κριθῆς ἀρτάβας δύο ἥμισυ ἀκίνδυνα πάντα παντὸς κινδύνου τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς τοὺς μεμισθωκότας, οὓς καὶ κυριεύειν τῶν καρπῶν ἕως ἂν τοὺς φόρους κομίσωνται· βεβαιουμένης δὲ τῆς μισθώσεως ἀποδότω ὁ μεμισθωμένος τοῖς μεμισθωκόσι τὰ ὀφειλόμενα πάντα τῷ Παῦνι μηνὶ …Σιγκέφα τὸν μὲν πυρὸν νέον καθαρὸν ἄδολον ἄβωλον ἄκριθον κεκοσκινευμένον, τὴν δὲ κριθὴν καλῶς πεπατημένην χωρὶς αἴρης καὶ ἀθέρος τὰ πάντα μέτρῳ παραλημπτικῷ καθιστανόμενα δὲ εἰς οἰκίαν …μ… …Σιγκέφα …