Ancient Greek
P.Köln 3 150
Documentary Papyri, P.Köln 3 150
Not analysed yet
ἐμίσθωσαν Αὐρήλιοι Σαραπίων καὶ Παυσανίας ἀπʼ Ὀξυρύγχων πόλεως ἀμφότεροι Ψοσναῦτος μητρὸς Ἰσεῖτος Αὐρηλίᾳ …Ἀπολλωνίου χωρὶς κυρίου χρηματιζούσῃ κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ …ἀπὸ τοῦ ἐνεστῶτος ϛ ἔτους ἣν …ω …Ἀμμωνίου ἥμισυ μέρος …καὶ χρηστήρια πάντα ἐνοικίου …. χράσθω οὖν ἡ μεμισθωμένη τῇ οἰκίᾳ ἐπὶ τὸν χρόνον ἀκωλύτως βεβαιουμένης τῆς μισθώσεως καὶ ἀποδότω ἡ μεμισθωμένη τὸ κατʼ ἔτος ἐνοίκιον ἐν προθεσμίαις δυσὶ διʼ ἑξαμήνου τὸ ἥμισυ ,καὶ μετὰ τὸν χρόνον παραδότω τὴν οἰκίαν καθαρὰν ἀπὸ κοπριῶν καὶ τὰς ἐφεστώσας τοῖς τόποις θύρας καὶ κλεῖδας ὡς ἐὰν παραλάβῃ ἢ ἀποτεισάτω οὗ ἐὰν μὴ παραδῶ τὴν ἀξίαν τιμὴν τῆς πράξεως οὔσης παρά τε τῆς μεμισθωμένης καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῆς πάντων. κυρία ἡ μίσθωσις περὶ ἧς ἐπερωτήσαντες ἀλλήλους ἑαυτοῖς ὡμολογήσαμεν. Ἰβιῶνος …Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Θὼθ …