Ancient Greek
P.Köln 3 162
Documentary Papyri, P.Köln 3 162
Not analysed yet
Παράμμων καὶ Ἐπίμαχος Παράμμωνι υἱῷ Ἱερονίκου τῷ τιμιωτάτῳ χαίρειν. κομισάμενος ταύτην τὴν ἐπιστολὴν παρακληθεὶς ἔγλαβε τὴν χειρογραφίαν, ἣν ἐποίησαντο τῷ τοῦ Ὀξυρυγχείτου στρατηγῷ οἱ προπα πουτο…αιου Ὀασεῖται. εἰσὶ δὲ Πετεχῶν Οὐβιοῦτος καὶ Πανεχώτης καὶ οἱ σὺν αὐτοῖς. ἀλλʼ ὅρα μὴ ἀμελήσῃς. μὴ μελέτω δέ σοι περὶ κέρματος, ἀλλʼ ἐγλαβὼν δήλωσον ἡμῖν, τί ἀνήλωσας, καὶ ἀποδώσομεν τῇ γυναικί σου ἢ πέμψομεν σοι διὰ …· ἐρρῶσθαί σε εὐχόμεθα. Παράμμωνι υἱῶι Ἱερονίκου