Ancient Greek
P.Köln 3 163
Documentary Papyri, P.Köln 3 163
Not analysed yet
χαίροις, κύριέ μου Αὐρήλιε Θέων, παρὰ Διοσκόρου. πρίν μοι γράψῃς περὶ τῶν …ε…ων καὶ τῶν ληνῶν, ἠρξάμην ἀπὸ α Ἐπεὶφ π…αι τὰς ληνοὺς μέχρι ιβ καὶ οὐδεμία αὐτῶν χρῄζει ἐπισκευῆς. ἐσκεψάμην δὲ τὸ τοῦ Ἡρώδου τρυγῆσαι καὶ μετενέγκαι εἰς Νεκ…ιν διὰ τῶν ξυλίνων κοφίνων τοῦ Πετοβαστίου ὡς μηδὲν ἔχοντος. ἐὰν βούλῃ, δήλωσόν μοι ὁμοίως δὲ καὶ περὶ τοῦ ἰτεῶνος τοῦ ταβουλαρίου. πρὸς τὸν περυσινὸν συνεφώνησα καθαρίσαι αὐτὸ δραχμῶν ιϛ. ἔστιν δὲ Σαραπίων γεωργὸς ταβουλαρίου ἵνα σοῦ ἐξελθόντος πρὸς αὐτὸν ἔχῃς …ν…θήσεται δὲ καὶ τὸ καταντικρὺ …σ…ουν ταύτη…α …παρὰ Διοσκόρου ἰδι…