Ancient Greek
P.Köln 3 165
Documentary Papyri, P.Köln 3 165
Not analysed yet
Διόσκορος ὁ γαμβρὸς Πέτρου ὁ υἱὸς τοῦ ἀδελφοῦ Τασνου τῆς ἐνταῦθα μενούσης ἐγγύς μου εἶπεν ὡς δεδωκὼς τῇ ὑμετέρᾳ ἀδελφικῇ λαμπρότητι εἰς ἀγορασίαν μ…ξαριθιων νομίσματα ιε καὶ ἐξ αὐτῶν ἔλαβεν, ὡς λέγει, νομίσματα θ, τὰ δὲ λοιπὰ οὐκ ἔσχεν ἕως νῦν τῆς καταβολῆς τούτων ὀφειλούσης γενέσθαι ἐν τῷ Παχὼν μηνί· καταξιώσῃ οὖν ἡ ὑμετέρα ἀδελφικὴ λαμπρότης κελεῦσαι τὰ αὐτὰ νομίσματα ϛ διδόναι τῷ προγεγραμμένῳ Διοσκόρῳ, ἐφʼ ᾧ δύνασθαι τοὺς κληρονόμους τοῦ τελευτήσαντος ἐξ αὐτοῦ καὶ εἰς τὰς ἁγίας προσφορὰς ἀναλῶσαι καὶ εἰς τὴν ἰδίαν χρείαν καὶ φροντίσαι αὐτοῦ Διοσκόρου ἐν τοῖς ἀνακύπτουσιν.