Ancient Greek
P.Köln 3 166
Documentary Papyri, P.Köln 3 166
Not analysed yet
καὶ διὰ τοῦ συμμάχου τοῦ εὐλαβεστάτου ἄπα Γεωργίου καὶ διὰ τῶν πεμφθέντων διὰ τοῦ νοταρίου τοῦ κόμιτος Ἰούστου γραμμάτων, ἔτι μὴν καὶ διὰ τοῦ κυρίου Κοσμᾶ γέγραφα τῇ ὑμετέρᾳ δεσποτείᾳ, ὡς τοῦ δεσπότου θεοῦ συνελθόντος ηὗρον τὸ χαλαστάριν ὃ καταθυμίως ἐπέταξεν ἡ ὑμετέρα δεσποτεία· καὶ μὰ τὸν σωτῆρα θεόν, ὡς ὁ τοῦτο πωλῶν διεβεβαιώσατο μεθʼ ὅρκου, παρεκαλεῖτο πωλῆσαι αὐτό· ἀλλʼ ἐμοῦ παρακαλέσαντος αὐτὸν ἐπὶ προθεσμίαν ἡμερῶν εἴκοσι ἀπὸ τότε ἐκώλυσα μὴ πραθῆναι ἄλλῃ· καὶ ἐπειδὴ ἔξωθεν τῶν ἀκοῶν ὑμῶν ἐτελεύτησεν ὁ μακαρίτης Μηνᾶς πρὸς ὃν τὸ ἐπίσταλμα ἐγένετο καὶ οὐκηὗρον πόθεν τὴν τούτου τιμὴν διδόναι, γέγραφα τοσαυτάκις τῇ ἐμῇ δεσποίνῃ· καὶ νῦν τῶν σεβασμίων …ψης ἀποδοθέντων μοι οὐ μόνον μετωνόμαζεν καὶ …νεν περὶ τιμῆς, ἀλλὰ καὶ ὑπομιμνήσκομαι παρὰ τοῦ ἀνθρώτου τοῦ πωλοῦντος τοῦ …ουλ…ου…ε… ὡς μέχρι νῦν ἐλπιδοκοπῶ αὐτὸν ὡς οὔπω ἦλθεν ἡ ἀπόκρισις διʼ ἀντιγράφων. παρακληθήτω οὖν ἡ ἐμὴ δέσποινα συντόμως δηλῶσαί μοι τὴν ἀπόκρισιν ἢ τὴν τιμὴν τουτέστιν τὰ νομισμάτια ξζ ὡς αὐτὸς ἔφη ὡς ὁρκίσθη κόμες Θεοδόσιος ὁ ταῦτα μὴ δεδωκὼς ἢ ἐὰν κελεύει ἀποτάξασθαι ἵνα εὕρω ἀπολογήσασθαι τῷ ἀνθρώπῳ. μὰ τὸν γὰρ σωτῆρα θεόν, ὥσπερ ἐπιθυμῶ τυχεῖν τοῦ ἐλέους τοῦ δεσπότου θεοῦ, οὕτως ἐπιθυμῶ δουλεῦσαι τοῖς ἐμοῖς δεσπόταις. καὶ τὴν δὲ ἐπιστολήν, καθὼς ἐκέλευσεν, πρὸς τὴν κύραν Εὐφημίαν ἕνεκεν τῶν χειροψελλίων γράφω καὶ ἀπὸδίδωμι μετὰ καὶ προσκυνήσεως μήπως καὶ μετὰ ταῦτα ζητῆσαι ἔχει σου ἡ δεσποτεία καὶ αὐτὰ τὰ χειροψέλλια, θέλων ἐν παντὶ πληρῶσαι τὴν κέλευσιν τῆς ὑμετέρας δεσποτείας. Τῦβι ιζ ιζ ιζ τῇ ἐμῇ δεσποίνῃ τῇ κυρίᾳ Κύρος νοτάριος. κυρίᾳ Μαρίᾳ