Ancient Greek
P.Köln 5 217
Documentary Papyri, P.Köln 5 217
Not analysed yet
ἔτους ι Παχὼν ιη Ἡρακλείδει γραμματεῖ Ἀσκληπιάδης ὁ πρὸς τῆι ἐν Μέμφει διαθέσει τοῦ σίτου Θεοδώρωι χαίρειν. τῆι ϛ τοῦ Παχὼν διετέθησαν ἐν Μέμφει ἀπὸ τοῦ παρακομισθέντος ἐκ τοῦ …μ…πολίτου πυροῦ λευκοῦ ἀρτάβαι …ἀνὰ ρο πωλουμένου τοῦ ὁμοίου τῆι ἀγορᾶι δραχμῶν ρπ, καὶ τῆι ζ διετέθησαν τοῦ αὐτοῦ πυροῦ ἀρτάβαι …ἀνὰ ρο πωλουμένου τοῦ ὁμοίου δραχμῶν ρπ καὶ τῆι η τοῦ αὐτοῦ ἀρτάβαι νβ ἀνὰ ρο πωλουμένου τοῦ ὁμοίου δραχμῶν ρπ καὶ τῆι θ τοῦ αὐτοῦ ἀρτάβαι …ἀνὰ ρο πωλουμένου τοῦ ὁμοίου δραχμῶν ρπ καὶ τῆι ι τοῦ αὐτοῦ ἀρτάβαι …ϛ ἀνὰ ρο πωλουμένου τοῦ ὁμοίου δραχμῶν ρπ. Θεοδώρωι.