Ancient Greek
P.Köln 5 218
Documentary Papyri, P.Köln 5 218
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης Θεῶν Εὐεργετῶν. ἔτους ὀγδόου, ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ Θεῶν Σωτήρων καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπατόρων, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου μηνὸς …νδαιτει τοῦ Ε…· ἐδάνεισεν Σάτυρος τοῦ …τῆς ἐπιγονῆς Ἡρακλείδηι τοῦ …δοκίμου νομίσματος ὀφθαλμοφανοῦς …πέντε τόκου ὡς ἐκ δύο δραχμῶν τὴν μνᾶν τὸν μῆνα ἕκαστον, τοῦ τόκου πίπτοντος κατὰ μῆνα ἕκαστον …,τὸ δὲ κεφάλαιον ἀποδότω Ἡρακλείδης Σατύρωι ἐν μηνὶ …τοῦ …ἔτους. ἐὰν δὲ μὴ ἀποδῶι καθὰ γέγραπται, ἀποτεισάτω Ἡρακλείδης Σατύρωι παραχρῆμα τὸ μὲν δάνειον τοῦτο ἡμιόλιον, τὸν δὲ τόκον ἁπλοῦν. ἔγγυος τοῦ δὲ δανείου εἰς ἔκτισιν …ς Ἡρακλείδου Θεσσαλὸς ……σων ὑπὲρ Σατύρου. μάρτυρες· …Θεσσαλός, Διονύσιος Κυρηναῖος, …ισθοι, Τετραφέρνης ……ταύρου Κρὴς τριακοντάρουρος συγγραφοφύλαξ …ης