Ancient Greek
P.Köln 5 220
Documentary Papyri, P.Köln 5 220
Not analysed yet
…Μακεδὼν τριακοντάρουρος …καὶ Ἰσιδώρωι τοῖς ἐξειληφόσιν τὴν ἀπόμοιραν …μ…υ χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρʼ ὑμῶν τοὺς τεσσαράκοντα πέντε μετρητὰς τοῦ οἴνου οὓς συνεγραψάμην δώσειν εἰς τὴν ἀπόμοιραν τοῦ ὑπάρχοντός μοι ἀμπελῶνος περὶ τὴν προγεγραμμένην κώμην ἐν τῶι ἰδίωι κλήρωι τιμῆς τὸν μετρητὴν ἕκαστον χαλκοῦ πρὸς ἀργύριον δραχμῶν ἑπτακοσίων ὃ γίνεται χαλκοῦ πρὸς ἀργύριον τάλαντα πέντε δραχμαὶ χίλιαι πεντακόσιαι, γίνονται τάλαντα ε δραχμαὶ Αφ, ἃ καὶ τάξομαι ἐπὶ τὴν βασιλικὴν τράπεζαν ἕως Μεχεὶρ τριακάδος τοῦ τεσσαρεσκαιδεκάτου ἔτους ἢ ἀποτείσω ἡμιόλιον. προσδιαγραψα δὲ καὶ τῶν συκίνων καρπῶν δραχμὰς τριάκοντα. καὶ ἡ πρᾶξις ὑμῖν ἔστω ἔκ τε ἐμοῦ καὶ τῶν ὑπαρχόντων μοι πάντων πράσσοντι πρὸς βασιλικά. ἔρρωσθε. ἔτους ιδ Μεχεὶρ κδ.