Ancient Greek
P.Köln 5 219
Documentary Papyri, P.Köln 5 219
Not analysed yet
τοὺς βουλομένους ὠνὰς καταγράφειν ἢ ὑποθήκας ἢ ἐπιλύσεις αὐτῶν ἢ ἄλλας συγγραφὰς ποιεῖσθαι τῶν τῶι ἐγκυκλίωι ἀνηκουσῶν παραγίνεσθαι εἰς Φιλαδέλφειαν πρὸς Ἡρακλείδην τὸν πρὸς τῆι ὠνῆι ὡς ἐπιτελῶνται αὐτοῖς οἱ χρηματισμοὶ καθότι εἴθισται. ἔτους ιδ Ἁθὺρ ιε