Ancient Greek
232.1 to 232.14
Documentary Papyri, P.Köln 5 232.1-14
Not analysed yet
ὑπατείας Ῥουφίου Οὐολουσιανοῦ καὶ Πετρωνίου Ἀννιανοῦ τῶν λαμπροτάτων, Παχὼν κϛ, ἐν μονῇ κώμης Θερενούθεως τοῦ Προσωπίτου νομοῦ. ὁμολογεῖ Αὐρήλιος Ἥρων …ος κώμης Κράμνου τῆς Ἀντιπύργου πόλεως κ…ωνης μετὰ συνεστῶτος αὐτῷ ἐνγυοβεβαιωτοῦ τοῦ καὶ τῇ ἰδίᾳ πίστει εἶναι κελεύοντος Φλαυίου Ἀμμωνίου οὐετρανοῦ τῶν ἐντίμως ἀπολυθέντων, αὐτὸς δὲ οὐετρανὸς ἐξ ὀφφικιαλίων, κατοικῶν ἐπὶ κώμης Θερενούθεως τοῦ Προσωπίτου νομοῦ, συνεστῶτος …αὐτοῦ τοῦ ἐγγυοβεβαιωτοῦ Φλαυίου Ἀμμωνίου οὐετρανοῦ τῶν ἐντίμως ἀπολυθέντων …κατὰ τήνδε τὴν πρᾶσιν πεπρακέναι καὶ καταγεγραφηκέναι ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ καὶ ἅπαντα χρόνον Φλαυίῳ Λεοντίῳ δεκαδάρχῃ διακειμένῳ ἐν τῇ αὐτῇ Θερενοῦθι τῶν ὑπὸ Βικτωριανὸν πραιπόσιτον …ὁ ὁμολογῶν Αὐρήλιος Ἥρων …ς καὶ ὁ τούτου ἐνγυοβεβαιωτὴς Φλάυιος Ἀμμώνιος οὐετρανὸς τῶν ἐντίμως ἀπολυθέντων δουλικὸν σωμάτιον ἀρρενικόν, μελίχρουν, ὀμφ… …ἐκ μητρὸς Δημητρίας καὶ αὐτὸν δὲ ὀνόματι Θεόδωρον ἢ καὶ ἑτέρῳ ὀνόματι κληθήσεται, οἰκογενῆ ὄντα, κατηντηκότα εἰς αὐτὸν ἀπὸ κληρονομίας τοῦ προδηλουμένου μου πατρὸς Αὐρηλίου …ον καὶ ὄντα ἐκτὸς ἱερᾶς νόσου καὶ ἐπαφῆς, πεύσεως προσενεχθείσης τῷ πιπρασκομένῳ καὶ ἐγνωκότα τὴν δουλείαν τοῦ κανόνος καὶ ὡμολογησα… …νιν Ὥρου ἐπίκλην Κανόσις παρόντος καὶ τοῦ ἐνγυοβεβαιωτοῦ Φλαυίου Ἀμμωνίου οὐετρανοῦ καὶ τοῦ ἐωνησαμένου Φλαυίου Λεοντίου δεκαδάρχου, οὐ μὴν ἀλλὰ καὶ ἐπὶ παρ… …τοῦ ἐωνησαμένου καὶ ὁ τούτου ἐνγυοβεβαιωτής· ἐξωδιάσθη ἡ τιμὴ πλήρης διὰ χειρὸς ἐξ οἴκου αὐτοῦ ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα πεντακόσια, γίνεται τάλαντα φ πρὸς τὸ ἀπὸ τοῦ νῦν τὸν ὠνησάμενον Φλάυιον Λεόντιον δεκαδάρχην παρειληφέναι παρὰ Αὐρηλίου Ἥρωνος τοῦ ὁμολογήσαντος τὸν δοῦλον ὀνόματι Θεόδωρον ἐκ μητρὸς Δημητρίας ἀποδεδωκέναι ἀπὸ χειρὸς εἰς χεῖρα καὶ ἐξουσίαν ἔχειν αὐτὸν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἑτέροις πωλεῖν καὶ ……καθʼ ὃν ἐὰν αἱρῆται τρόπον κυρίως καὶ ἀνεπικωλύτως τῆς δεσποτείας δικαίῳ, μηδεμιᾶς δὲ ἐξ ὑστέρου ἐφόδου καταλειπομένης αὐτῷ τῷ ἀποδομένῳ ὑπὲρ οὗ πέπρακεν δούλου ὀνόματι Θεοδώρου ἐκ μητρὸς Δημητρίας …μήτε τοῖς παρʼ αὐτοῦ μήτε κληρονόμοις μήτε ἄλλῳ τινὶ ὑπὲρ αὐτοῦ μηδενὶ μήτε νῦν μήτε τῷ μέλλοντι χρόνῳ μήτε ἐπὶ μέρους αὐτοῦ παρευρέσει μηδεμιᾷ κατὰ μηδένα τρόπον τῆς βεβαιώσεως ἐξακολουθούσης τῷ τε πωλοῦντι καὶ τῷ ἐγγυοβεβαιωτῇ ἢ καὶ διὰ παντὸς πάσῃ βεβαιώσει, καὶ πάντα τὸν καθʼ ὃν δηποτεοῦν τρόπον ἢ χρόνῳ ἐπελευσόμενον ἢ ἐνποιησόμενον τοῦ δούλου ἕνεκεν ἢ μέρους αὐτοῦ …καὶ τῷ βεβαιωτῇ ἀποστήσoμεν καὶ ἐκδικήσoμεν παραχρῆμα τοῖς ἰδίοις ἑαυτῶν δαπανήμασιν· εἰ δὲ μή, ἐκτίσoμεν ἢ καὶ ὁπότερος ἡμῶν διʼ ἐγγύων ἀλλήλων