Ancient Greek
232.15 to 232.20
Documentary Papyri, P.Köln 5 232.15-20
Not analysed yet
ἢ ἀμφότεροι τῷ ὠνησαμένῳ Φλαυίῳ Λεοντίῳ δεκαδάρχῃ τὴν ἐξοδιασθεῖσαν τιμὴν διπλῆν καὶ τὰ βλάβη καὶ τὰ δαπανήματα πάντα καὶ ὃς ἂν φανῇ πεποιημένος αὐτοῦ δαπανήματα· ἔτι δὲ καὶ παρέξεται ὁ ἀποδόμενος τῷ ὠνησαμένῳ τὸν δοῦλον …ουν καὶ ἀνεπιδάνειστον ἀπὸ παντὸς ἑτέρου δανείου, ἀπὸ δημοσίας καὶ ἰδιωτικῆς καὶ πολιτικῆς καὶ ἱερατικῆς μηδὲν αὐτοῦ ἐμποιουμένου τρόπῳ μηδενί. ἀναδέδωκεν δὲ ὁ ἀποδόμενος σὺν τῷ ἐγγυοβεβαιωτῇ ἣν πεποίηται αὐτοῦ ἀνάκρισιν. περὶ δὲ τοῦ τὰ ἐγγεγραμμένα πάντα οὕτως ὀρθῶς καὶ καλῶς γεγενῆσθαι, βεβαίως πεπρᾶχθαι φυλαχθῆναί τε, ἐπερώτησεν ὁ ὠνησάμενος Φλάυιος Λεόντιος δεκαδάρχης ἀναφερόμενος ὑπὸ Βικτωριανὸν πραιπόσιτον, ὡμολόγησεν ὁ ἀποδόμενος Αὐρήλιος Ἥρων μετὰ τοῦ ἐγγυοβεβαιωτοῦ Φλαυίου Ἀμμωνίου οὐετρανοῦ κύρια καὶ βέβαια εἶναι τὰ ἐγγεγραμμένα πάντα. Αὐρήλιος Ἥρων ὁ προκίμενος πέπρακα καὶ κατέγραψα τὸν προκίμενον δοῦλον ὀνόματι Θεόδωρον καὶ ἀπέσχον τὴν συμφωνηθεῖσαν τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου αὐτοῦ ἀργυρίου τάλαντα πεντακόσια, γίνεται τάλαντα φ, ὡς πρόκιται. Αὐρήλιος Συρίων ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος γράμματα μὴ εἰδότος. Φλάυιος Ἀμμώνιος οὐετρανὸς ὁ προκείμενος ἐγγυῶμαι καὶ συμβεβαιῶ τὴν πρᾶσιν καὶ ἔσχον τὴν τοῦ δούλου τιμὴν ἀργυρίου τάλαντα πεντακόσια, γίνεται τάλαντα φ ἐκ πλήρους διὰ χειρός, ὡς πρόκιται. Αὐρήλιος Συρίων ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος γράμματα μὴ εἰδότος.