Ancient Greek
P.Kron. 10
Documentary Papyri, P.Kron. 10
Not analysed yet
ἀντίγραφον ὁμολογίας. ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ Ἐπὶφ κε, ἐν Τεβτύνει Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Κρονίων Χεῶτος ὡς ἐτῶν πεντήκοντα ἓξ οὐλὴ δακτύλωι μικρῶι χειρὸς ἀριστερᾶς Ἑλένη Ἡρώδου ὡς ἐτῶν ἑξήκοντα πέντε ἀσήμωι μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Ἡρακλείδου τοῦ Διδύμου ὡς ἐτῶν τριάκοντα ἓξ οὐλὴ μετώπωι μέσωι, μεμισθωκέναι αὐτῇ Ἑλένῃ εἰς τὸ ἰσιὸν εἰκοστὸν ἔτος ἃς τυγχάνει ὁ Κρονίων γεωργεῖν περὶ Τεβτῦνιν ἐπὶ τοῦ λεγομένου Ἀπολλωνίου κλήρου ἀρούρας ἓξ τέταρτον λεγομένας Κατηγόρου καὶ τῆς τοῦ αὐτοῦ Κρονίωνος θυγατρὸς Ταορσενούφεως πρὸς τῇ λεγομένῃ τοῦ Χελῶνος διόρυγι ἀρούρας πέντε ἥμισυ, ἢ ὅσαι ἐὰν ὦσι εἰς σπορὰν χόρτου καὶ κοπὴν καὶ ξηρασίαν περὶ Τεβτῦνιν ἀπὸ τῶν ἐννέα ἀρουρῶν ἐκ τοῦ πρὸς βορρᾶ μέρους Ὁροτύνους κλήρου, τῆς τῶν σπερμάτων χορηγίας καὶ τῆς τοῦ χόρτου κοπῆς οὔσης πρὸς τὴν Ἑλένην, τῶν δὲ ἔργων γεωργικῶν καὶ τελεσμάτων πάντων πρὸς τὸν Κρονίωνα ὃς καὶ ἀπέχει παρὰ τῆς Ἑλένης ἐκ προδόματος τὴν τοῦ χόρτου τιμὴν ἐκ πλήρους, καὶ βεβαιώσει ἀπὸ παντός, μὴ ἐλαττουμένης τῆς Ἑλένης περὶ ὧν ὀφείλει αὐτῇ ὁ Κρονίων ἀγράφως πυροῦ ἀρταβῶν εἴκοσι μέτρῳ τετραχοινίκῳ Τεβτύνεως. ὑπογραφεὺς …Δείου ὡς ἐτῶν ν οὐλὴ µετώπῳ µέσῳ. Κρονίων Χεῶτος ὁμολογῶ μεμισθωκέναι τῆι Ἑλένηι εἰς τὸ ἰσιὸν εἰκοστὸν ἔτος τὰς …καὶ …