Ancient Greek
P.Kron. 9
Documentary Papyri, P.Kron. 9
Not analysed yet
ἔτους πεντεκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Νέου Σεβαστοῦ κε, ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογοῦσι Ὀρσενοῦφις Πατύνεως τοῦ Μεσοήρεως ὡς ἐτῶν τεσσαράκοντα πέντε ,οὐλὴ πήχει δεξιῶι, καὶ Κρονίων Χεῶτος τοῦ Ἁρμιύσιος ὡς ἐτῶν πεντήκοντα ,οὐλὴ δακτύλωι μικρῶι χειρὸς ἀριστερᾶς, οἱ δύο Πέρσαι τῆς ἐπιγονῆς, ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν, Διδύμωι Διδύμου τοῦ Μάρωνος ὡς ἐτῶν τριάκοντα τεσσάρων ,οὐλὴ ἀντικνημίωι δεξιῶι, ἔχειν παρʼ αὐτοῦ Διδύμου χρῆσιν πυροῦ νέου καθαροῦ ἀδόλου ἀρτάβας εἴκοσι καὶ κριθῆς νέας καθαρᾶς ἀδόλου ἀρτάβας εἴκοσι ,πάντα μέτρωι τετραχοινίκωι ἰδίωι αὐτοῦ Διδύμου καὶ ἐπάναγκον τοὺς ὁμολογοῦντας Ὀρσενοῦφιν καὶ Κρονίωνα ἀποδώσιν τῶι Διδύμωι τὰς τῆς χρήσεως πυροῦ ἀρτάβας εἴκοσι καὶ κριθῆς ἀρτάβας εἴκοσι ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος πεντεκαιδεκάτου ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, τῆς πράξεως οὔσης τῶι Διδύμωι ἔκ τε τῶν ὁμολογούντων καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων. ὑπογραφεὺς Μαρεψῆμις Πακήβκιος ὡς ἐτῶν νγ οὐλὴ ῥινὶ ἐξ ἀριστερᾶς. Ὀρσενοῦφις Πατούνιως καὶ Κρονίων Χεῶτος οἱ δύο ἀλληλέγγυοι εἰς ἔκτισιν ὁμολογοῦμεν ἔχειν παρὰ τοῦ Διδύμου τοῦ Διδύμου χρῆσιν πυροῦ νέου καθαροῦ ἀδόλου ἀρτάβας εἴκοσι καὶ κριθῆς ἀρτάβας εἴκοσι μέτρωι τετραχοινίκωι ἰδίωι τοῦ αὐτοῦ Διδύμου ἃς καὶ ἀποδώσομεν ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ιε ἔτους καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Πακῆβκις Ψοίφεως μὴ εἰδότων γράμματα. Δίδυμος Διδύμου γέγονε εἰς ἐμὲ ἡ ὁμολογία καθὼς πρόκιται. ἐντέτακται διὰ τοῦ γραφείου κώμης Τεβτύνεως.