Ancient Greek
P.Kron. 21
Documentary Papyri, P.Kron. 21
Not analysed yet
τῶν δ…ου… καὶ μὴ ἐπελεύσεσθαι τὴν Χαρίτιον μηδὲ τοὺς παρʼ αὐτῆς ἐπὶ τὸν Κρονίωνα μηδὲ τοὺς παρʼ αὐτοῦ περὶ τούτων μηδὲ περὶ ἑτέρου ἀπλῶς τῆς ἀλληλεγγύης μηδενὶ τρόπῳ, μέχρι τῆς ἐνεστώσης ἡμέρας. Χαρίτιων Ἡρακλήου μετὰ κυρίου τοῦ ἀδελφοῦ Σεραπίωνος ἀπέχω παρὰ τοῦ Κρονίωνος τὰς δραχμὰς πεντήκοντα τέσσαρες οὔσας τὸ ἐπιπάλον αὐτῷ δέκατον μέρος καὶ οὐκ ἐπελεύσομαι περὶ τούτων οὐδὲ περὶ ἑτέρου ἁπλῶς, καθὼς πρόκιται. Σεραπίων ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου Κρονίων Χεῶτος γέγονε ἡ ἀποχὴ ὡς πρόκιται. ἔγραψα ὑπὲρ αὐτοῦ Μάρων Μάρωνος ἀγραμμάτου. ἐντέτακται διὰ τοῦ ἐν Τεπτύνι γραφείου ὁμολογία Χαριτίου πρὸς Κρονίωνα ἀποχῆς δραχμῶν νδ.