Ancient Greek
P.Kron. 22
Documentary Papyri, P.Kron. 22
Not analysed yet
……μετὰ κυρίου τοῦ συνγενοῦς …τοῦ Ἀκουσιλάου ὡς ἐτῶν …δύο οὐλὴ ἀντικνημίῳ δεξιῷ ἔχειν παρʼ αὐτῆς Ταωτίου διὰ χειρὸς χρῆσιν ἔντοκον ἀργυρίου κεφαλαίου δραχμὰς ἑκατὸν εἴκοσι τέσσαρας ὧν τὴν ἀπόδοσιν ποιήσεται ἡ Τεφορσαεὶς τῇ Ταωτίῳ ἐν μηνὶ Θὼθ τοῦ εἰσιόντος …ἔτους ἀνυπερθέτως, τῆς πράξεως οὔσης τῇ Ταωτίῳ ἐξ ἐγγυωμένης Τεφορσαΐτος καὶ τῶν ὑπαρχόντων αὐτῇ καὶ ἐκ τοῦ ἐνγυητοῦ Ἁρφαήσεως καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων Τεφερσαεὶς Κρονίωνος μετὰ κυρίου καὶ ἐνγυητοῦ ἀδελφοῦ Ἁρπαήσεως ὁμολογῶ ἔχειν παρὰ Ταωτίου χρῆσιν ἔντοκον ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι τέσσαρας καὶ ἀποδώσω ἐν μηνὶ Θὼθ τοῦ εἰσιόντος …ἔτους καθὼς πρόκιται. ἔγραψε ὑπὲρ αὐτῶν Ἵππαλος Χράτου μὴ εἰδότων γράμματα. ἀναγέγραπται διὰ γραφείου Τεβτύνεως