Ancient Greek
P.Kron. 27
Documentary Papyri, P.Kron. 27
Not analysed yet
Ἠρήνη Ἡρακλείδου μετὰ κυρίου τοῦ υἱοῦ Ἀσκληπιάδου τοῦ Ἀσκληπιάδου Κρονίωνι γεωργῷ χαίρειν. ἀπέχω παρὰ σοῦ τὸ σιτικὸν ἐκφόριον τοῦ ἐνεστῶτος ἑβδόμου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ὧν γεωργεῖς μου περὶ κώμην Κερκῆσιν ἀρουρῶν δέκα δύο ἡμίσους ,ὑπολαβόντος σου τὴν ἀρταβίαν τῶν ἀρουρῶν καὶ τὸ ναύβιον, ὧν τὸ σύμβολον ἀναδώσεις μοι, ἐν …τοῖς ἄλλοις ἀνὰ χεῖρα ἔτεσι. …Ἀσκληπιάδης ἐπιγραφεὶς κύριος τῆς μητρὸς Ἠρήνης. ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Παῦνι …