Ancient Greek
P.Kron. 28
Documentary Papyri, P.Kron. 28
Not analysed yet
Ἀσκληπιάδης Ἀσκληπιάδου τῶι γεωργῷ χαίρειν. ἀπέχω παρὰ σοῦ τὰ ἐκφόρια ὧν γεωργεῖς μου τῆς μητρὸς Ἠρήνης τῆς Ἡρακλείδου κλήρου ἀρουρῶν ιβ 𐅵περὶ κώμην Κερκῆσιν τῆς Πολέμωνος μερίδος μέχρι τοῦ ἐνεστῶτος δεκάτου ἔτους καὶ αὐτοῦ τοῦ δεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, παρὰ σοὶ ὄντων τῶν ὑπὲρ ἀρταβείας καὶ συμβόλου μέχρι τοῦ θ ἔτους καὶ αὐτοῦ τοῦ θ ἔτους καὶ ἀναδώσεις μοι, καὶ οὐδέν σοι ἐνκαλῶ μέχρι τῆς ἐνεστώσης ἡμέρας. ἔτους ι Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, Θὼθ γ.