Ancient Greek
P.Kron. 29
Documentary Papyri, P.Kron. 29
Not analysed yet
Δημητρίῳ τῷ καὶ Μενάνδρωι βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Πολέμωνος μερίδος διέποντι καὶ τὰ κατὰ τὴν στρατηγίαν τῆς αὐτῆς μερίδος παρὰ Κρονίωνος τοῦ Χεῶτος ἀπὸ Τεβτύνεως. ἐμισθωσάμην παρὰ Εἰρήνης Ἡρακλείδου περὶ κώμην Κερκῆσιν κλήρου ἀρούρας δέκα δύο ἥμισυ καὶ κταμίων ἀρούρας ιβ 𐅵· πεποιημένου δέ μου τῶν ὅλων ἀρουρῶν τὰ γεωργικὰ ἔργα καὶ σποράν, συνέβη ἐκ πλημύρης τῶν ὑδάτων τοῦ δρυμοῦ καθʼ ὕδατος γεγονέναι τὰς ἀρούρας τῷ διεληλυθότι μηνὶ Φαμενώθ, ἀξιῶ τούτου τὸ ἴσον διʼ ὑπηρέτου μεταδοθῆναι Εἰρήνῃ, ἵνʼ εἰδῇ μὴ κρατούμενόν με ἀπὸ τοῦ ἐνεστῶτος ι ἔτους ἐκφορίοις, ἀρκουμένου μου τῇδε τῇ διαστολῇ.